Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται τὰ μὲν πρῶτα ἐπιλελάθαμες, τὰ δὲ ὕστερα οὐ συνείκαμες διὰ τὸ τὰ πρῶτα ἐπιλελᾶσθαι.ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν ἔφασαν ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν εἶπον δεῖ ἔλασσον ἢ δύνασθαι μεῖζον.Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷς; εἶπεν ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.ἄλλος πυθομένου τινὸς διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον εἶπε τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.ἐπαινοῦντός τινος τοὺς ἀρίστους μαχητάς, Λάκων εἶπεν ἐν Τροίᾳ.ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν μὴ καὶ ἐσθίειν εἶπε βιάζονται;Πινδάρου γράψαντος Ἑλλάδος ἔρεισμα Ἀθῆναι, Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν ἀνδρεῖοί γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών ἐν τῷ πίνακι εἶπε.πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα ἄκων ἥμαρτον εἶπέ τις ἄκων τοίνυν καὶ κολάζου.ἰδών τις ἐν ἀποχωρήσει θακέοντας ἐπὶ δίφρων ἀνθρώπους μὴ γένοιτο εἶπεν ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.Χίων ποτὲ κατʼ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν· ὡς δὲ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, μὴ σπάνιοι ἔφη οἱ λίθοι;τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε φωνὰ τὺ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ ἀρνησαμένου δέ, τί οὖν ἔφη μέγα ποιεῖς;ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν ἔφη οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν· ὁ δὲ οὐ μόνον ἄρα ἔφη δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι καὶ ὃς ὑπολαβὼν οὐ γάρ ἔφη· τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων ἀλλὰ νὴ τὼ σιὼ τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηταιἈργείου ποτὲ εἰπόντος πολλοὶ τάφοι παρʼ ἡμῖν εἰσὶ Σπαρτιατῶν Λάκων εἶπεν ἀλλὰ μὴν παρʼ ἡμῖν Ἀργείων οὐδὲ εἷς, ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος Λάκωνα πωλῶ, ἐπεστόμισεν εἰπών αἰχμάλωτον κήρυσσε.τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθεὶς τις ὑπʼ αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί, σὺ δʼ οἴει ἔφη ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν;ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε ποῦ νῦν εἰσὶν οἱ Λάκωνες; Σπαρτιάτης ληφθεὶς ὑπʼ αὐτῶν οὐ πάρεισιν ἔφη· οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε.Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον ὅταν αὑτῶν οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε; ἀφʼ οὗ καὶ ἡ παροιμία ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει.πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανιεῖν ᾗ συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι μηδαμῶς ἀφανίσῃς μηδʼ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, τᾷ πολυμηχανίᾳ εἶπε.Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, πότερον βούλεται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν οὐδέτερον.πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρʼ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν εἶπον εἰ πρὸς ἕνα εἷς;ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν , ὅτι δακτύλοις κιθαρίζει.δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ· τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς εἶπε πρὸς θεῶν, οὐ γὰρ δίκαιον· καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.