Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, οὐκοῦν ἔφη δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, ὅτι ἔφη πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν , ἀληθίζῃ ἔφη ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι σπουδάζομεν.