Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάσσετο, συμπεμφθεὶς τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος ἔφη οὔτοι κάλλιον θάνατον ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.