Βίας ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποιεῖν, τί γὰρ ἄλλο ἔφη ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν;