Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττηθῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον μάχῃ περὶ Μεγάλην πόλιν τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν; εἶπε τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρτης;