Ἡγησίππου τοῦ Κρωβύλου προσαγορευομένου παροξύνοντος τοὺς Ἀθηναίους ἐπὶ Φίλιππον, ὑπεφώνησέ τις ἐκ τῆς ἐκκλησίας πόλεμον εἰσηγῇ; ναὶ μὰ Δία εἶπε καὶ μέλανα ἱμάτια καὶ δημοσίας ἐκφορὰς καὶ λόγους ἐπιταφίους, εἰ μέλλομεν ἐλεύθεροι βιώσεσθαι καὶ μὴ ποιήσειν τὸ προσταττόμενον Μακεδόσι.