Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτὴν εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων εἶπε τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος, ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.