Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ὦ θεοί εἶπεν ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως πεποίηκα.πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν φίλον ὄντα καὶ συνήθη τίνος σοι εἶπε τῶν ἐμῶν μεταδῶ; κἀκεῖνος οὗ βούλει πλὴν τῶν ἀπορρήτων.