οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν ἐστι καὶ ταῦτα δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν καί ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι καί τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς , ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων, ἐν αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως οὐ καθʼ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν θεὸν νομίζωμεν, ὥσπερ ἐν τούτοις αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν, Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο· Ζεὺς γάρ οἱ νεμέσα ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο καί Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν, τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, κατὰ πολλὰ πράγματα κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρετῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν, ὀνομάζοντες ὥσπερ ἐλαίαν τὸν ἀπὸ τῆς ἐλαίας, καὶ φηγὸν τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν καὶ τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας καὶ εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν, εἰς ἀρετὴν καταλυσαμένους βίον , εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν.ὅταν δʼ ἀναγιγνώσκῃ πάλιν τό τε Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε καὶ τὸ πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ , μὴ καθήσθω τοὺς πλουσίους ἐκπεπληγμένος καὶ τεθηπὼς καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας, μηδʼ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλʼ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι , ποτὲ δʼ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω καὶ Μένανδρος ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός , Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος καί τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.