εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπʼ ἀλλήλων καὶ τρώσεις ὑπʼ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα θεοὶ ῥεῖα ζώοντες καὶ τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα καί ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι; ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσίν. αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων. πάλιν Εὐριπίδου λέγοντος πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί , βέλτιον εἰρημένον ὑπʼ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν , ἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι τὸ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά , καὶ τοῦ Σοφοκλέους τὸ κέρδος ἡδύ, κἂν ἀπὸ ψευδῶν ἴῃ , καὶ μὴν σοῦ γʼ ἀκηκόαμεν ὡς οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι πρὸς δʼ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς τε τἄβατα καὶ πρὸς τὰ βατὰ κἄπωθεν ὤν· πένης δʼ ἀνὴρ οὐδʼ ἐντυχὼν δύναιτʼ ἂν ὧν ἐρᾷ τυχεῖν. καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον γλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τʼ ἰδεῖν ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους, ὧν καὶ ταῦτʼ ἐστὶ γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ καί ἀλλὰ τῶν πολλῶν καλῶν τίς χάρις, εἰ κακόβουλος φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον;ὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς πάλιν δʼ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δʼ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. τρεῖς δʼ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν , ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δʼ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν· ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, αὐτός ἔφη καλὸς κἀγαθὸς γενόμενος δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι· πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας ὡς τρισόλβιοι κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη μόλωσʼ ἐς ᾍδου· ζῆν ἔστι, τοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά Διογένης δʼ ἀκούσας τι τοιοῦτο τί λέγεις; ἔφη. κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται; Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα θυιάδα φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε τοιαύτη σοι θυγάτηρ γένοιτο.χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;