τῶν δὲ προδοτῶν ἀποδειλιασάντων ὁ μὲν Ἄρατος ἀνεχώρησε λεληθέναι νομίζων, ὁ δὲ Κλεομένης εἰρωνείᾳ χρώμενος ἔγραψε πρὸς αὐτόν, ὡς δὴ παρὰ φίλου πυνθανόμενος ποῦ τῆς νυκτὸς ἐξέλθοι. τοῦ δὲ ἀντιγράψαντος ὡς ἐκεῖνον Βέλβιναν μέλλειν τειχίζειν ἀκούσας καταβαίη τοῦτο κωλύσων, πάλιν ὁ Κλεομένης ἀποστείλας τοῦτο μὲν οὕτως ἔχειν ἔφη πεπεῖσθαι· τοὺς δὲ φανοὺς καὶ τὰς κλίμακας, εἶπεν, εἰ μή τί σοι διαφέρει, γράψον ἡμῖν, ἐπὶ τί σοι παρηκολούθουν.τοῦ δὲ Ἀράτου πρὸς τὸ σκῶμμα γελάσαντος καὶ πυνθανομένου ποῖός τις ὁ νεανίσκος εἴη, Δαμοκράτης ὁ Λακεδαιμόνιος φυγάς, εἴ τι πράττεις, ἔφη, πρὸς Λακεδαιμονίους, ὥρα σοι ταχύνειν πρὸ τοῦ κέντρα φῦσαι τοῦτον τὸν νεοσσόν. ἐκ τούτου Κλεομένει μετὰ ἱππέων ὀλίγων καὶ πεζῶν τριακοσίων ἐν Ἀρκαδίᾳ στρατοπεδευομένῳ προσέταξαν ἀναχωρεῖν οἱ ἔφοροι, φοβούμενοι τὸν πόλεμον.ἐπεὶ δὲ ἀναχωρήσαντος αὐτοῦ Καφύας ἔλαβεν ὁ Ἄρατος, αὖθις ἐξέπεμπον τὸν Κλεομένη, λαβόντος δὲ αὐτοῦ Μεθύδριον καὶ τὴν Ἀργολικὴν καταδραμόντος, ἐξεστράτευσαν οἱ Ἀχαιοὶ δισμυρίοις πεζοῖς καὶ χιλίοις ἱππεῦσιν Ἀριστομάχου στρατηγοῦντος. ἀπαντήσαντος δὲ περὶ Παλλάντιον Κλεομένους καὶ βουλομένου μάχεσθαι.φοβηθεὶς τὴν τόλμαν ὁ Ἄρατος οὐκ εἴασε διακινδυνεῦσαι τὸν στρατηγόν, ἀλλʼ ἀπῆλθε λοιδορούμενος μὲν ὑπὸ τῶν Ἀχαιῶν, χλευαζόμενος δὲ καὶ καταφρονούμενος ὑπὸ τῶν Λακεδαιμονίων, οὐδὲ πεντακισχιλίων τὸ πλῆθος ὄντων, μέγας οὖν τῷ φρονήματι γεγονὼς ὁ Κλεομένης ἐθρασύνετο πρὸς τοὺς πολίτας, καὶ τῶν παλαιῶν τινος αὐτοὺς ἀνεμίμνῃσκε βασιλέων εἰπόντος οὐ μάτην ὅτι Λακεδαιμόνιοι πυνθάνονται περὶ τῶν πολεμίων, οὐ πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσιν.ἐπεὶ δὲ τοῖς Ἠλείοις πολεμουμένοις ὑπὸ τῶν Ἀχαιῶν βοηθήσας, καὶ περὶ τὸ Λύκαιον ἀπιοῦσιν ἤδη τοῖς Ἀχαιοῖς ἐπιβαλών, ἅπαν μὲν ἐτρέψατο καὶ διεπτόησεν αὐτῶν τὸ στράτευμα, συχνοὺς δὲ ἀνεῖλε καὶ ζῶντας ἔλαβεν, ὥστε καὶ περὶ Ἀράτου φήμην ἐκπεσεῖν εἰς τοὺς Ἕλληνας ὡς τεθνηκότος, ὁ μὲν Ἄρατος ἄριστα τῷ καιρῷ χρησάμενος ἐκ τῆς τροπῆς ἐκείνης εὐθὺς ἐπὶ Μαντίνειαν ἦλθε καὶ μηδενὸς ἂν προσδοκήσαντος εἷλε τὴν πόλιν καὶ κατέσχε,τῶν δὲ Λακεδαιμονίων παντάπασι ταῖς γνώμαις ἀναπεσόντων καὶ τῷ Κλεομένει πρὸς τὰς στρατείας ἐνισταμένων, ὥρμησε μεταπέμπεσθαι τὸν Ἄγιδος ἀδελφὸν Ἀρχίδαμον ἐκ Μεσσήνης, ᾧ βασιλεύειν ἀπὸ τῆς ἑτέρας οἰκίας ἦν προσῆκον, οἰόμενος ἀμβλυτέραν τὴν τῶν ἐφόρων ἀρχὴν ἔσεσθαι τῆς βασιλείας ἰσορρόπου καὶ ὁλοκλήρου γενομένης.οἱ δὲ ἀνῃρηκότες πρότερον τὸν Ἆγιν αἰσθόμενοι τοῦτο, καὶ φοβηθέντες μὴ δίκην δῶσι τοῦ Ἀρχιδάμου κατελθόντος, ἐδέξαντο μὲν αὐτὸν εἰς τὴν πόλιν παραγενόμενον κρύφα καὶ συγκατῆγον, εὐθὺς δὲ ἀπέκτειναν, εἴτε ἄκοντος τοῦ Κλεομένους, ὡς οἴεται Φύλαρχος, εἴτε πεισθέντος ὑπὸ τῶν φίλων καὶ προεμένου τὸν ἄνθρωπον αὐτοῖς. τῆς γὰρ αἰτίας τὸ πλεῖστον ἐπʼ ἐκείνους ἦλθε βεβιάσθαι τὸν Κλεομένη δοκοῦντας.οὐ μὴν ἀλλὰ κινεῖν εὐθὺς ἐγνωκὼς τὰ κατὰ τὴν πόλιν, ἔπεισε τοὺς ἐφόρους χρήμασιν ὅπως αὐτῷ ψηφίσωνται στρατείαν. ἐθεράπευσε δὲ καὶ τῶν ἄλλων συχνοὺς διὰ τῆς μητρὸς Κρατησικλείας ἀφειδῶς συγχορηγούσης καὶ συμφιλοτιμουμένης, ἥ γε καὶ γάμου μὴ δεομένη λέγεται διὰ τὸν υἱὸν ἄνδρα λαβεῖν πρωτεύοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν.ἐξαγαγὼν δὲ τὴν στρατείαν καταλαμβάνει τῆς Μεγαλοπολίτιδος χωρίον Λεῦκτρα· καὶ γενομένης πρὸς αὑτὸν ὀξείας τῶν Ἀχαιῶν βοηθείας Ἀράτου στρατηγοῦντος, ὑπὸ τὴν πόλιν αὐτὴν παραταξάμενος ἡττήθη μέρει τινὶ τοῦ στρατεύματος, ἐπεὶ δὲ χαράδραν τινὰ βαθεῖαν οὐκ εἴασε διαβῆναι τοὺς Ἀχαιοὺς ὁ Ἄρατος,ἀλλʼ ἐπέστησε τὴν δίωξιν, ἀγανακτῶν δὲ Λυδιάδας ὁ Μεγαλοπολίτης συνεξώρμησε τοὺς περὶ αὑτὸν ἱππεῖς καὶ διώκων εἰς χωρίον ἀμπέλων καὶ τάφρων καὶ τειχῶν μεστὸν ἐνσείσας καὶ διασπασθεὶς περὶ ταῦτα κακῶς ἀπήλλαττε, κατιδὼν ὁ Κλεομένης ἀνῆκε τοὺς Ταραντίνους καὶ τοὺς Κρῆτας ἐπʼ αὐτόν, ὑφʼ ὧν ὁ Λυδιάδας ἀμυνόμενος εὐρώστως ἔπεσε, πρὸς τοῦτο θαρρήσαντες οἱ Λακεδαιμόνιοι μετὰ βοῆς ἐνέβαλον τοῖς Ἀχαιοῖς, καὶ τροπὴν ὅλου τοῦ στρατεύματος ἐποίησαν.ἀποθανόντων δὲ συχνῶν τοὺς μὲν ἄλλους ὑποσπόνδους ὁ Κλεομένης ἀπέδωκε, τὸν δὲ Λυδιάδαν νεκρὸν ἀχθῆναι πρὸς αὑτὸν κελεύσας, κοσμήσας πορφυρίδι καὶ στέφανον ἐπιθεὶς, πρὸς τὰς πύλας τῶν Μεγαλοπολιτῶν ἀπέστειλεν. οὗτος ἦν Λυδιάδας ὁ καταθέμενος τὴν τυραννίδα καὶ τοῖς πολίταις ἀποδοὺς τὴν ἐλευθερίαν καὶ τὴν πόλιν προσκομίσας Ἀχαιοῖς.ἐκ τούτου Κλεομένης μέγα φρονῶν ἤδη, καὶ πεπεισμένος ἂν ὡς βούλεται τοῖς πράγμασι χρώμενος πολεμῇ πρὸς τοὺς Ἀχαιούς, ῥᾳδίως ἐπικρατήσειν, ἐδίδασκε τὸν τῆς; μητρὸς ἄνδρα Μεγιστόνουν ὡς χρὴ τῶν ἐφόρων ἀπαλλαγέντας εἰς μέσον θεῖναι τὰ κτήματα τοῖς πολίταις καὶ τὴν Σπάρτην ἴσην γενομένην ἐγείρειν καὶ προάγειν ἐπὶ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. πεισθέντος δʼ ἐκείνου δύο τῶν ἄλλων φίλων ἢ τρεῖς προσέλαβε.συνέβη δὲ περὶ τὰς ἡμέρας ἐκείνας καὶ τῶν ἐφόρων ἕνα κοιμώμενον ἐν Πασιφάας ὄναρ ἰδεῖν θαυμαστόν· ἐδόκει γάρ ἐν ᾧ τόπῳ τοῖς ἐφόροις ἔθος ἐστὶ καθεζομένοις χρηματίζειν ἕνα δίφρον κεῖσθαι, τοὺς δὲ τέτταρας ἀνῃρῆσθαι, καὶ θαυμάζοντος αὐτοῦ φωνὴν ἐκ τοῦ ἱεροῦ γενέσθαι φράζουσαν ὡς τοῦτο τῇ Σπάρτῃ λῷόν ἐστι.