ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμωνμήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢνσκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰδάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνονκαθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονανῶτον πατάξας, ὃς πεσήμασι στέγηςδιχορραγὴς ἔκειτο κρηπίδων ἔπι.ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδασὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχωνἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνουμηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖνοὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.—ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρατότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδιτῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ-έδραμε τὰ τότε κακὰ τάλανι διογενεῖ κόρῳ.—μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαιθυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦδάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.—αἰαῖ, τίνα στεναγμὸνἢ γόον ἢ φθιτῶνᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;—φεῦ φεῦ·ἴδεσθε, διάνδιχα κλῇθρακλίνεται ὑψιπύλων δόμων.—ἰώ μοι·ἴδεσθε δὲ τέκνα πρὸ πατρὸςἄθλια κείμενα δυστάνου,εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.—περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτωνἐρείσμαθʼ Ἡράκλειονἀμφὶ δέμας τάδε λαΐνοις