κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεταιθοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆςἸσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετοαὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμωνἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νινθιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεωςτῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶνπατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεταικαὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέωςδοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲνμητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνακτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶςβάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνουςὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέωςἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίανἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼνξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.