οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.πῶς παισὶ στενακτὰν ἄταν ἄτανπατέρος ἀμφαίνεις;λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶμέλαθρα κακὰ τάδε,τλήμονάς τε παίδων τύχας;ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸςκαθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼνἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνωνπατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦνεἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν.μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκοςἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸςπαῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν,ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένοςῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼνἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος.ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ·Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέακαθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε·ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως,ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ.τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός;πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼνμοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθραφοίνικι κανόνι καὶ τύκοις ἡρμοσμέναστρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχεινἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγαςκἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ.καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας,μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλινἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς,