κέντρον ὡς ἐπὶ λώβᾳΝυκτὸς Γοργὼν ἑκατογκεφάλοιςὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.—ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.ἰώ μοι μέλεος.—ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκαλυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶκακοῖσιν ἐκπετάσουσιν.ἰὼ στέγαι.—κατάρχεται χόρευμα τυμπάνων ἄτερ,οὐ βρομίῳ κεχαρισμένα θύρσῳἰὼ δόμοι.πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδοςβοτρύων ἐπὶ χεύμασι λοιβᾶς.φυγῇ, τέκνʼ, ἐξορμᾶτε.—δάιον τόδεδάιον μέλος ἐπαυλεῖται.κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισιΛύσσα βακχεύσει.αἰαῖ κακῶν.—αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένωπατέρα τάν τε παιδοτρόφον, ᾇ μάταντέκεα γεννᾶται.—ἰδοὺ ἰδού,θύελλα σείει δῶμα, συμπίπτει στέγη.ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ;τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς,ἐς δόμους πέμπεις.ὦ λευκὰ γήρᾳ σώματʼἀνακαλεῖς με τίναβοάν;ἄλαστα τἀν δόμοισι.μάντιν οὐχἕτερον ἄξομαι.τεθνᾶσι παῖδες.αἰαῖ.στενάζεθʼ, ὡς στενακτά.δάιοι φόνοι,δάιοι δὲ τοκέων χέρες· ὤ.