μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην.ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέροςπέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος·τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοιςοὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους,παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις.ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶοὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους·ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίανἐξημερώσας, θεῶν ἀνέστησεν μόνοςτιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα.ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ.οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ.Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι.εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχειτάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας,εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρωςοὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων,οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους·καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεταιπαῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄποκαὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴνδεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα·ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους.—ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεταισὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέτανἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσαςχορευθέντʼ ἐναύλοις.—βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,ἅρμασι δʼ ἐνδίδωσι