Νύμφας τᾶς Περσηίδος· ὡςπιστόν μοι τὸ παλαιὸν ἤ-δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη,λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνοςτὰν Ἡρακλέος ἀλκάν·γᾶς ὃς ἐξέβα θαλάμωνΠλούτωνος δῶμα λιπὼννέρτερον.κρείσσων μοι τύραννος ἔφυςἢ δυσγένειʼ ἀνάκτων,ἃ νῦν ἐσορᾶν ἔφανεξιφηφόρων ἐς ἀγώνωνἅμιλλαν, εἰ τὸ δίκαιονθεοῖς ἔτʼ ἀρέσκει.— ἔα ἔα·ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ;— φυγῇ φυγῇνωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.— ὦναξ Παιάν,ἀπότροπος γένοιό μοι πημάτων.θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονονΛύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτρινἾριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν,ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο.πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρΖεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ·ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως,Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλειπαῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ.ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν,Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνουςφρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματαἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόροντὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳγνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος,