—χοροὶ χοροὶκαὶ θαλίαι μέλουσι Θή-βας ἱερὸν κατʼ ἄστυ.μεταλλαγαὶ γὰρ δακρύων,μεταλλαγαὶ συντυχίαςνέας ἔτεκον ἀοιδάς.βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτεροςκρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.δοκημάτωνἐκτὸς ἦλθεν ἐλπίς.θεοὶ θεοὶτῶν ἀδίκων μέλουσι καὶτῶν ὁσίων ἐπᾴειν.ὁ χρυσὸς ἅ τʼ εὐτυχίαφρενῶν βροτοὺς ἐξάγεται,δύνασιν ἄδικον ἐφέλκων.Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα·νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺςἔθραυσεν ὄλ-βου κελαινὸν ἅρμα.Ἰσμήνʼ ὦ στεφαναφόρει,ξεσταί θʼ ἑπταπύλου πόλεωςἀναχορεύσατʼ ἀγυιαί,Δίρκα θʼ ἁ καλλιρρέεθρος,σύν τʼ Ἀσωπιάδες κόραι,πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί,Νύμφαι, τὸν Ἡρακλέουςκαλλίνικον ἀγῶνα.Πυθίου δενδρῶτι πέτραΜουσῶν θʼ Ἑλικωνιάδωνδώματʼ, ὤ,ἥξετʼ εὐγαθεῖ κελάδῳἐμὰν πόλιν, ἐμὰ τείχη,Σπαρτῶν ἵνα γένος ἔφανεχαλκασπίδων λόχος, ὃς γᾶντέκνων τέκνοις μεταμείβει,Θήβαις ἱερὸν φῶς.ὦ λέκτρων δύο συγγενεῖςεὐναί, θνατογενοῦς τε καὶΔιός, ὃς ἦλθεν ἐς εὐνὰν