μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομενσὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσωςἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶςκακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸνστείχει, βρόχοισι δʼ ἀρκύων γενήσεταιξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖνὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸνπίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.—μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξπάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.ἰώ·δίκα καὶ θεῶν παλίρρους πότμος.—ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.—χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·πάλιν ἔμολεν —ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂνπαθεῖν — γᾶς ἄναξ.—ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσωσκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.ἰώ μοί μοι.—τόδε κατάρχεται μέλος ἐμοὶ κλύεινφίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.>βοᾷφόνου φροίμιον στενάζων ἄναξ.ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.—καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνωντόλμα, διδούς γε τῶν δεδραμένων δίκην.—τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,ἄφρονα λόγονοὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐσθένουσιν θεοί;— γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.— σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.— φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.