καλλίνικον ἀείδωπαρά τε Βρόμιον οἰνοδότανπαρά τε χέλυος ἑπτατόνουμολπὰν καὶ Λίβυν αὐλόν·οὔπω καταπαύσομενΜούσας, αἵ μʼ ἐχόρευσαν.παιᾶνα μὲν Δηλιάδεςὑμνοῦσʼ ἀμφὶ πύλας τὸνΛατοῦς εὔπαιδα γόνονεἱλίσσουσαι καλλίχορον·παιᾶνας δʼ ἐπὶ σοῖς μελά-θροις κύκνος ὣς γέρων ἀοι-δὸς πολιᾶν ἐκ γενύωνκελαδήσω· τὸ γὰρ εὖτοῖς ὕμνοισιν ὑπάρχει·Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίαςπλέον ὑπερβάλλων ἀρετᾷμοχθήσας τὸν ἄκυμονθῆκεν βίοτον βροτοῖςπέρσας δείματα θηρῶν.ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ·χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοιςκοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέουςἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγόταὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροιςἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.