βαρύτερον Αἴτνας σκοπέλωνἐπὶ κρατὶ κεῖται, βλεφάρωνσκοτεινὸν φάος ἐπικαλύψαν.μή μοι μήτʼ Ἀσιήτιδοςτυραννίδος ὄλβος εἴη,μὴ χρυσοῦ δώματα πλήρητᾶς ἥβας ἀντιλαβεῖν,ἃ καλλίστα μὲν ἐν ὄλβῳ,καλλίστα δʼ ἐν πενίᾳ.τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-ρας μισῶ· κατὰ κυμάτων δʼἔρροι, μηδέ ποτʼ ὤφελενθνατῶν δώματα καὶ πόλειςἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ-εὶ πτεροῖσι φορείσθω.εἰ δὲ θεοῖς ἦν ξύνεσιςκαὶ σοφία κατʼ ἄνδρας,δίδυμον ἂν ἥβαν ἔφερονφανερὸν χαρακτῆρʼ ἀρετᾶςὅσοισιν μέτα, κατθανόντες τʼεἰς αὐγὰς πάλιν ἁλίουδισσοὺς ἂν ἔβαν διαύλους,ἁ δυσγένεια δʼ ἁπλοῦν ἂνεἶχεν ζόας βίοτον,καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂνγνῶναι καὶ τοὺς ἀγαθούς,ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-στρων ναύταις ἀριθμὸς πέλει.νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶνχρηστοῖς οὐδὲ κακοῖς σαφής,ἀλλʼ εἱλισσόμενός τις αἰ-ὼν πλοῦτον μόνον αὔξει.οὐ παύσομαι τὰς ΧάριταςΜούσαις συγκαταμειγνύς,ἁδίσταν συζυγίαν.μὴ ζῴην μετʼ ἀμουσίας,αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-ην· ἔτι τοι γέρων ἀοι-δὸς κελαδεῖ Μναμοσύναν·ἔτι τὰν Ἡρακλέους