καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκναἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ·μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεταιτῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴνμὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων.χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶνἍιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσωθεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον;καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον.μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν;μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών.ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις.οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω;οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος.χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί;Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ.καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον;βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών.ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί·καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδωνπάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετεκαὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε·σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲτρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.ἆ,οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλωντοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαιθεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶνοἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.ἁ νεότας μοι φίλον αἰ-εί· τὸ δὲ γῆρας ἄχθος