μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές.οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμηςκαὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότουφίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός —πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμουςκαινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼνῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσουςκακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασινεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴκαὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι·μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸνὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τεΕὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνωνοὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆςὁ καλλίνικος ὡς πάροιθε λέξομαι.δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλοντά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳδοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλινἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοιςδαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅραἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις·ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν