ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸςσωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτωνστολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,πατέρα τε δακρύοντα — συμφορὰς τίνας;φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;ὦ φίλτατʼ ἀνδρῶνὦ φάος μολὼν πατρίἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών;Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ.φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν;βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχουςκοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι;αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων;φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;