ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατονπρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτεροςμέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεταιθνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼναὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖνμέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταταισῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖςὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχηὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳβέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλονπανύστατον νῦν, ἥλικες, δεδόρκατε.ἔα·ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ;οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,