—ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένωνἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλουδή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,ἄλοχόν τε φίλην ὑπὸ σειραίοιςποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸνπατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ,δακρύων ὡς οὐ δύναμαι κατέχεινγραίας ὄσσων ἔτι πηγάς.εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμωνἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε.ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνωντῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαιἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμηνὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.φεῦ·ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα.σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ,Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμουςτῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳλέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·ἐς δεξιάν τε σὴν ἀλεξητήριονξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲτόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσιπατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ·ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸςΣπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳςπρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα.καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχηνύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν,