τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτωνἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺςδακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλαςδιώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμωςψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳεὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσαὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαιτέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτωντέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχειςπαιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναιςοἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον.ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸςκόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών,λύπῃ τι παίδων μὴ πάθω μονούμενος.ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφονπαίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε