ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ.παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδαςπατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμωςὌλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες.καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼςφέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος.ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος.ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρουςδὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸςτεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένασέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεταιζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς,θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασιτίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕποἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίαςτήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν,ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμιςστέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖνοὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι,οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός,οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν