Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆκενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύναὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνωνδιῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάοςὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαιςΘήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλωνεἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτεδάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲαἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶςἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε·φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά μεμὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶνπηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατονἸξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν,ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομενβίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι;χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρκρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα.ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο,ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροιςἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷτίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκαλέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέταςἙλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους.οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε