τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν.οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι.ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν.οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα.κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς.ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν;ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ.τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν.δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ.δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον.εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ.οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοιςπρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοιἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼνμητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢνἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένουςὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατοἭρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ·ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφειςἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖςἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμηνἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους