Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον;ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶδόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;οὐκ ἂν εἰδείης ἕτερονπολυμοχθότερον πολυπλαγκτότερόντε θνατῶν.τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;αἰδόμενος τὸ σὸν ὄμμακαὶ φιλίαν ὁμόφυλοναἷμά τε παιδοφόνον.ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν.ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτωνπέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον.βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,ἱκετεύομεν ἀμφὶ γενειάδα καὶγόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τεδάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά-σχεθε λέοντος ἀγρίου θυμόν, ὡςβρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδραςαὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος,ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.τί μοι προσείων χεῖρα σημαίνεις φόνον;ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον,ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα.χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα,βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται.Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων;ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά.τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ;