δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου;ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτωνΘησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός.ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσοςἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν.οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίανεὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;φέρʼ ἄν τι κρατὶ περιβάλω σκότον.αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς·καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼνοὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰςμένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλινὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκοςἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆςσῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον,ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.ἔα·τί νεκρῶν τῶνδε πληθύει πέδον;οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶνὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα;τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον;οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξτί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις;ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.οἱ παῖδες οἵδε τίνες, ἐφʼ οἷς δακρυρροεῖς;ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς.εὔφημα φώνει.βουλομένοισιν ἐπαγγέλλῃ.ὦ δεινὰ λέξας.οἰχόμεθʼ οἰχόμεθα πτανοί.τί φῄς; τί δράσας;μαινομένῳ πιτύλῳ πλαγχθεὶςἑκατογκεφάλου τε βαφαῖς ὕδρας.