τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις.ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.παπαῖ, τόδʼ ὡς ὕποπτον ᾐνίξω πάλιν.καί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ;καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ.τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα.ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε;ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.ἰδού, θέασαι τάδε τέκνων πεσήματα.οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας;ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ.μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα.ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς;μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.τούτων ἕκατι σὰς καταστένω τύχας.ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν;οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆςτῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματαἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσαςτέκνοις δικαστὴς αἵματος γενήσομαι;ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,