θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ-λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐφεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα,πρὸς δὲ κακοῖς κακὰ μήσεταιπρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει.τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷφόνον ὁμοσπόρων ἔμολες ἐκπράξαςΤαφίων περίκλυστον ἄστυ πέρσας.φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτωνδιώκετε· φεύγετε μάργονἄνδρʼ ἐπεγειρόμενον.ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼνἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν.ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότωςτὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες;ἔα·ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ,αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδεὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματιπέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέωμετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο.ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένοςνεανίαν θώρακα καὶ βραχίονα,πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματιἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ,ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσινἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο.οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρονΠλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ;ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,