ἀνημμένα κίοσιν οἴκων.—ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένωνὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶπικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε.Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ-λαθέσθαι κακῶν;κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶτέκεα καὶ τὸ καλλίνικον κάρα.ἑκαστέρω πρόβατε, μὴκτυπεῖτε, μὴ βοᾶτε, μὴτὸν εὔδιʼ ἰαύονθʼὑπνώδεά τʼ εὐνᾶςἐγείρετε.οἴμοι.φόνος ὅσος ὅδʼἆ ἆ,διά μʼ ὀλεῖτε.κεχυμένος ἐπαντέλλει.οὐκ ἀτρεμαῖα θρῆνον αἰ-άξετʼ, ὦ γέροντες;ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.ἀδύνατʼ ἀδύνατά μοι.σῖγα, πνοὰς μάθω·φέρε πρὸς οὖς βάλω.εὕδει;ναί, εὕδειὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον,ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας.στέναζέ νυν —στενάζω.τέκνων ὄλεθρον —ὤμοι.σέθεν τε παιδὸς —αἰαῖ.ὦ πρέσβυσῖγα σῖγα·παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε,ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.