Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενοςΝικίᾳ, ὅς μιν ἐπʼ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,καὶ τόδʼ ἀπʼ εὐώδους γλύψατʼ ἄγαλμα κέδρου,Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰςμισθόν· ὁ δʼ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.