λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαιἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενοςἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖΔάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθενΠᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.