τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψαςσύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητιπαιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάειδάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικιἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖςκόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσιμέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳεὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ,τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχωσακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.