εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸςἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηποςκισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.