καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.οὐδʼ αὐτήν γέ νυ πάμπαν ἔολπά δε τοῦτό γε λήθειν.τῷ μηδʼ ἐξείπῃς πότʼ, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,μηδʼ εἴ κʼ ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαιμητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνονπρὶν ἤπερ τʼ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατʼ ἔχουσα,καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.νῦν δέ μοι οἴχεται υἱὸς ἐπʼ ἀλλοτρίης νέον ἆθλονἐκτελέων· οὐδʼ οἶδα δυσάμμορος, εἴτε μιν αὐτὸνἐνθάδε νοστήσανθʼ ὑποδέξομαι, εἴτε καὶ οὐκί.πρὸς δʼ ἔτι μʼ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειροςὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσαἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶπαῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷτάφρον τηλεθάοντος ἐπʼ ἐσχατιῇ τινος ἀγροῦ,γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργουκαρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσαςἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·ἐξαπίνης δʼ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείηςπῦρ ἄμοτον, περὶ δʼ αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.αὐτὰρ ὅγʼ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρροννώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθαπάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼνπρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲςκαππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦεἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντωναἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.