αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσινοἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμονμόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσανμοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρουκαρτερὸν ἐν στήθεσσι· σὺ δʼ ἠύτε λείβεται ὕδωρ,νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰςκηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασαοἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἡ δὲ καὶ αὐτὴἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκναγείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.ὣς ἄρʼ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλωνκόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.ὡς δʼ αὔτως δακρύοισι παρήια λεύκʼ ἐδίαινενἈλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσαμύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτοπευκαλίμῃς; πῶς ἄμμʼ ἐθέλεις ὀροθυνέμεν ἄμφωκήδεʼ ἄλαστα λέγουσα; τὰ δʼ οὐ νῦν πρῶτα κέκλαυται.ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπʼ ἦμαργινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,ὅστις ἀριθμήσειεν……………ἐφʼ ἡμετέροις ἀχέεσσιθάρσει. οὐ τοιῆσδʼ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.καὶ δʼ αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισινἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμιἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.καί σε μάλʼ ἐκπάγλως ὀλοφύρομαι ἠδʼ ἐλεαίρω,οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,ὅσθʼ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃδυσμενέων, μηδέν δε χερειότερον φρεσὶν ᾗσιστέργειν ἢ εἴ πέρ μοι ὑπὲκ νηδυίοφιν ἦλθες