μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτειςἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθοςσώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸςἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησανἀθάνατοι; τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσινἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων,οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλωνἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸνμαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσιβαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαιμητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖςὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχονταςθάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺςπωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσαμαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴκεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,ἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναιἌρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆεςπολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντωνλέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσινἈονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρηςπολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ