τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρτὸν λεοντομάχαν, τὸν ὀξύχειρα,πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶνΠείσανδρος συνέγραψεν ὡκ Καμίρουχὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,ἔστασʼ ἐνθάδε χάλκεον ποιήσαςπολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.