Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰντὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέοςδιῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιοςἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν.