Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα·χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴςκαίπερ ἄκικυς ἐὼν εἶχʼ ἄρα κηδεμόνας.