τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείναἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.βωμὸν δʼ αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.