ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαισμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ,χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι.παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτοςοὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται,ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,χὡ τὰς βῶς βόσκων χαἱ βόες αὐότεραι.ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλαςμυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·)ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων,ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλανταεἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾄσομαι, ἀγκὰς ἔχων τυ,σύννομα μῆλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός,ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.Φείδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαιποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται.σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι,ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι.δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν·κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσατὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ,ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα·ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς·ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.