κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶνκηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγαςφωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαιςἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθιςκἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλαΝύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέονταἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρεινἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸςτόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳπαιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδεινΦοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος.κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδεςἈρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμουςτανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσιδακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳἝβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοιςπέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντεςνᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες