ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶπᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸνἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς,Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκειτοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃκύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ,αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίταςῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαντόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ·ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλισταὀρνίχων ἐφίληθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήνανὥρια πάντα γένοιτο, καὶ εὔπλοον ὅρμον ἵκοιτο.κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόενταἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσωντὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶπὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυνκνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτοςαὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο,εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμονἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι