αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε,μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρκοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη,ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσαςὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξαςεἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμωστραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαιςἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημεςἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντοαἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρΝυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνεςτέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼντηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας.ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλαδαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντοὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρονκρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων;ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ,τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι,οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαιβωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷαὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαιδράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.